Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.38 Joseph. AJ 12.43 (English) >>Joseph. AJ 12.49

12.41προσέταξε δὲ καὶ τοὺς φύλακας τῶν κιβωτῶν, ἐν αἷς ἐτύγχανον οἱ λίθοι, τὴν ἐκλογὴν τοῖς τεχνίταις αὐτοῖς οὗπερ ἂν θελήσωσιν εἴδους ἐπιτρέπειν. διετάξατο δὲ καὶ νομίσματος εἰς θυσίας καὶ τὰς λοιπὰς χρείας πρὸς ἑκατὸν τάλαντα τῷ ἱερεῖ δοθῆναι. 12.42διηγήσομαι δὲ τὰ κατασκευάσματα καὶ τὸν τρόπον τῆς δημιουργίας αὐτῶν μετὰ τὸ προεκθέσθαι τὸ ἀντίγραφον τῆς ἐπιστολῆς τῆς γραφείσης Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ, ταύτην λαβόντι τὴν τιμὴν ἐξ αἰτίας τοιαύτης· 12.43τελευτήσαντος Ὀνίου τοῦ ἀρχιερέως παῖς αὐτοῦ Σίμων γίγνεται διάδοχος καὶ δίκαιος ἐπικληθεὶς διά τε τὸ πρὸς τὸν θεὸν εὐσεβὲς καὶ τὸ πρὸς τοὺς ὁμοφύλους εὔνουν. 12.44ἀποθανόντος δὲ τούτου καὶ νήπιον υἱὸν καταλιπόντος τὸν κληθέντα Ὀνίαν ἀδελφὸς αὐτοῦ Ἐλεάζαρος, περὶ οὗ τὸν λόγον ποιούμεθα, τὴν ἀρχιερωσύνην παρέλαβεν, γράφει Πτολεμαῖος τοῦτον τὸν τρόπον· 12.45βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ χαίρειν. πολλῶν ἐν τῇ βασιλείᾳ κατῳκισμένων Ἰουδαίων, οὓς αἰχμαλωτισθέντας ὑπὸ Περσῶν ὅτʼ ἐκράτουν ἐμὸς πατὴρ ἐτίμησεν, καὶ τοὺς μὲν εἰς τὸ στρατιωτικὸν κατέταξεν ἐπὶ μείζοσιν μισθοφοραῖς, τισὶν δὲ γενομένοις ἐν Αἰγύπτῳ σὺν αὐτῷ τὰ φρούρια καὶ τὴν τούτων φυλακὴν παρέθετο, ἵνα τοῖς Αἰγυπτίοις ὦσιν φοβεροί, 12.46τὴν ἀρχὴν ἐγὼ παραλαβὼν πᾶσι μὲν φιλανθρώπως ἐχρησάμην, μάλιστα δὲ τοῖς σοῖς πολίταις, ὧν ὑπὲρ δέκα μὲν μυριάδας αἰχμαλώτων δουλευόντων ἀπέλυσα τοῖς δεσπόταις αὐτῶν ἐκ τῶν ἐμῶν λύτρα καταβαλών.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.38 Joseph. AJ 12.43 (English) >>Joseph. AJ 12.49

Powered by PhiloLogic